<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg004.perseus-grc2"><l n="100">Πάλλαντος θυγάτηρ Μεγαμηδείδαο ἄνακτος. </l><l n="101">τῆμος ἐπʼ Ἀλφειὸν ποταμὸν Διὸς ἄλκιμος υἱὸς </l><l n="102">Φοίβου Ἀπόλλωνος βοῦς ἤλασεν εὐρυμετώπους. </l><l n="103">ἀκμῆτες δʼ ἵκανον ἐπʼ αὔλιον ὑψιμέλαθρον </l><l n="104">καὶ ληνοὺς προπάροιθεν ἀριπρεπέος λειμῶνος. </l><l n="105">ἔνθʼ ἐπεὶ εὖ βοτάνης ἐπεφόρβει βοῦς ἐριμύκους </l><l n="106">καὶ τὰς μὲν συνέλασσεν ἐς αὔλιον ἀθρόας οὔσας, </l><l n="107">λωτὸν ἐρεπτομένας ἠδʼ ἑρσήεντα κύπειρον· </l><l n="108">σὺν δʼ ἐφόρει ξύλα πολλά, πυρὸς δʼ ἐπεμαίετο τέχνην. </l><l n="109">δάφνης ἀγλαὸν ὄζον ἑλὼν ἀπέλεψε σιδήρῳ </l></div></body></text></TEI>