<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="96">ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο· </l><l n="97">μούνη δʼ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια· </l><l n="98">ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν, </l><l n="99">Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε </l><l n="100">ζηλοσύνῃ, ὅτʼ ἄρʼ υἱὸν ἀμύμονά τε κρατερόν τε </l><l n="101">Λητὼ τέξεσθαι καλλιπλόκαμος τότʼ ἔμελλεν. </l><l n="102"><milestone unit="Para" ed="P"/>αἳ δʼ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου, </l><l n="103">ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον, </l><l n="104">χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν· </l><l n="105">νόσφιν δʼ ἤνωγον καλέειν λευκωλένου Ἥρης, </l><l n="106">νή μιν ἔπειτʼ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν. </l><l n="107">αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις, </l></div></div></body></text></TEI>