<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="61"><milestone unit="Para" ed="P"/>ὣς φάτο· χαῖρε δὲ Δῆλος, ἀμειβομένη δὲ προσηύδα· </l><l n="62"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote" -->Λητοῖ, κυδίστη θύγατερ μεγάλου Κοίοιο, </l><l n="63">ἀσπασίη κεν ἐγώ γε γονὴν ἑκάτοιο ἄνακτος </l><l n="64">δεξαίμην· αἰνῶς γὰρ ἐτήτυμόν εἰμι δυσηχὴς </l><l n="65">ἀνδράσιν· ὧδε δέ κεν περιτιμήεσσα γενοίμην. </l><l n="66">ἀλλὰ τόδε τρομέω, Λητοῖ, ἔπος, οὐδέ σε κεύσω· </l><l n="67">λίην γάρ τινά φασιν ἀτάσθαλον Ἀπόλλωνα </l><l n="68">ἔσσεσθαι, μέγα δὲ πρυτανευσέμεν ἀθανάτοισι </l><l n="69">καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. </l><l n="70">τῷ ῥʼ αἰνῶς δείδοικα κατὰ φρένα καὶ κατὰ θυμόν, </l><l n="71">μή, ὁπότʼ ἂν τὸ πρῶτον ἴδῃ φάος ἠελίοιο, </l><l n="72">νῆσον ἀτιμήσας, ἐπεὶ ἦ κραναήπεδός εἰμι, </l></div></div></body></text></TEI>