<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="513">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, </l><l n="514">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, </l><l n="515">φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, </l><l n="516">καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο </l><l n="517">Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, </l><l n="518">οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα </l><l n="519">ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. </l><l n="520">ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο </l><l n="521">Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον </l><l n="522">οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· </l><l n="523">δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. </l><l n="524"><milestone unit="Para" ed="P"/>τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· </l></sp></div></div></body></text></TEI>