<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="507">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· </l><l n="508">καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· </l><l n="509">πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες </l><l n="510">εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. </l><l n="511">δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ </l><l n="512">καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. </l><l n="513">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, </l><l n="514">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, </l><l n="515">φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, </l><l n="516">καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο </l><l n="517">Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, </l><l n="518">οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα </l><l n="519">ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. </l><l n="520">ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο </l><l n="521">Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον </l><l n="522">οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· </l><l n="523">δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. </l><l n="524"><milestone unit="Para" ed="P"/>τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· </l><l n="525">τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· </l><l n="526"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης </l><l n="527">ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ· </l><l n="528">πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν. </l><l n="529">οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων, </l><l n="530">ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν.<!-- <milestone type="endquote"> --> <milestone unit="card" n="531" ed="P"/></l><l n="531"><milestone unit="Para" ed="P"/>τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων· </l><l n="532"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας</l><l n="533">βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ· </l><l n="534">ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω, </l><l n="535">δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν,</l><l n="536">σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται, </l></sp></div></div></body></text></TEI>