ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρα σφιν ἄναξ Διὸς υἱὸς Ἀπόλλων, φόρμιγγʼ ἐν χείρεσσιν ἔχων, ἐρατὸν κιθαρίζων, καλὰ καὶ ὕψι βιβάς· οἳ δὲ ῥήσσοντες ἕποντο Κρῆτες πρὸς Πυθὼ καὶ ἰηπαιήονʼ ἄειδον, οἷοί τε Κρητῶν παιήονες, οἷσί τε Μοῦσα ἐν στήθεσσιν ἔθηκε θεὰ μελίγηρυν ἀοιδήν. ἄκμητοι δὲ λόφον προσέβαν ποσίν, αἶψα δʼ ἵκοντο Παρνησὸν καὶ χῶρον ἐπήρατον, ἔνθʼ ἄρʼ ἔμελλον οἰκήσειν πολλοῖσι τετιμένοι ἀνθρώποισι· δεῖξε δʼ ἄγων ἄδυτον ζάθεον καὶ πίονα νηόν. τῶν δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· τὸν καὶ ἀνειρόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ὦ ἄνα, εἰ δὴ τῆλε φίλων καὶ πατρίδος αἴης ἤγαγες· οὕτω που τῷ σῷ φίλον ἔπλετο θυμῷ· πῶς καὶ νῦν βιόμεσθα; τό σε φράζεσθαι ἄνωγμεν. οὔτε τρυγηφόρος ἥδε γʼ ἐπήρατος οὔτʼ εὐλείμων, ὥστʼ ἀπό τʼ εὖ ζώειν καὶ ἅμʼ ἀνθρώποισιν ὀπάζειν. τοὺς δʼ ἐπιμειδήσας προσέφη Διὸς υἱὸς Ἀπόλλων· νήπιοι ἄνθρωποι, δυστλήμονες, οἳ μελεδῶνας βούλεσθʼ ἀργαλέους τε πόνους καὶ στείνεα θυμῷ· ῥηίδιον ἔπος ὔμμʼ ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω, δεξιτερῇ μάλʼ ἕκαστος ἔχων ἐν χειρὶ μάχαιραν, σφάζειν αἰεὶ μῆλα· τὰ δʼ ἄφθονα πάντα παρέσται,