<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="501">εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.<!-- <milestone type="endquote"> --></l><l n="502"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. </l><l n="503">ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, </l><l n="504">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· </l><l n="505">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. </l><l n="506">ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο </l><l n="507">ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· </l><l n="508">καὶ βωμὸν ποίησαν ἐπὶ ῥηγμῖνι θαλάσσης· </l><l n="509">πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες </l><l n="510">εὔχονθʼ, ὡς ἐκέλευε, παριστάμενοι περὶ βωμόν. </l><l n="511">δόρπον ἔπειθʼ εἵλοντο θοῇ παρὰ νηὶ μελαίνῃ </l><l n="512">καὶ σπεῖσαν μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. </l></sp></div></div></body></text></TEI>