<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="477">ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος </l><l n="478">ἔς τε
              φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="479">ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον
              ἀνθρώποισιν. </l><l n="480">εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
              </l><l n="481">ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, </l><l n="482">οὔ τι κακὰ φρονέων,
              ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="483">ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, </l><l n="484">βουλάς
              τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι </l><l n="485">αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
              </l><l n="486">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· </l><l n="487">ἱστία μὲν πρῶτον κάθετον
              λύσαντε βοείας, </l><l n="488">νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, </l><l n="489">ἐκ δὲ
              κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης </l><l n="490">καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι
              θαλάσσης· </l><l n="491">πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες </l><l n="492">εὔχεσθαι δὴ
              ἔπειτα παριστάμενοι περὶ βωμόν. <milestone unit="card" n="493" ed="P"/>
            </l><l n="493">ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ </l><l n="494">εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς
              ὄρουσα, </l><l n="495">ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς </l><l n="496">αὐτὸς Δελφίνιος
              καὶ ἐπόψιος ἔσσεται αἰεί. </l><l n="497">δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ
              </l><l n="498">καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. </l><l n="499">αὐτὰρ ἐπὴν σίτοιο
              μελίφρονος ἐξ ἔρον ἧσθε, </l><l n="500">ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν,
              </l><l n="501">εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν.<!-- <milestone type="endquote"> --></l><l n="502"><milestone unit="Para" ed="P"/>ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. </l><l n="503">ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, </l><l n="504">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· </l><l n="505">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. </l><l n="506">ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο </l></sp></div></div></body></text></TEI>