ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος ἔς τε φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον ἀνθρώποισιν. εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι· ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, οὔ τι κακὰ φρονέων, ἀλλʼ ἐνθάδε πίονα νηὸν ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, βουλάς τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα. ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· ἱστία μὲν πρῶτον κάθετον λύσαντε βοείας, νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, ἐκ δὲ κτήμαθʼ ἕλεσθε καὶ ἔντεα νηὸς ἐίσης καὶ βωμὸν ποιήσατʼ ἐπὶ ῥηγμῖνι θαλάσσης· πῦρ δʼ ἐπικαίοντες ἐπί τʼ ἄλφιτα λευκὰ θύοντες εὔχεσθαι δὴ ἔπειτα παριστάμενοι περὶ βωμόν. ὡς μὲν ἐγὼ τὸ πρῶτον ἐν ἠεροειδέι πόντῳ εἰδόμενος δελφῖνι θοῆς ἐπὶ νηὸς ὄρουσα, ὣς ἐμοὶ εὔχεσθαι Δελφινίῳ· αὐτὰρ ὁ βωμὸς αὐτὸς Δελφίνιος καὶ ἐπόψιος ἔσσεται αἰεί. δειπνῆσαί τʼ ἄρʼ ἔπειτα θοῇ παρὰ νηὶ μελαίνῃ καὶ σπεῖσαι μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν. αὐτὰρ ἐπὴν σίτοιο μελίφρονος ἐξ ἔρον ἧσθε, ἔρχεσθαί θʼ ἅμʼ ἐμοὶ καὶ ἰηπαιήονʼ ἀείδειν, εἰς ὅ κε χῶρον ἵκησθον, ἵνʼ ἕξετε πίονα νηόν. ὣς ἔφαθʼ· οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. ἱστία μὲν πρῶτον κάθεσαν, λῦσαν δὲ βοείας, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης. ἐκ δʼ ἁλὸς ἤπειρόνδε θοὴν ἀνὰ νῆʼ ἐρύσαντο