<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="477">ἔς τε πόλιν ἐρατὴν καὶ δώματα καλὰ ἕκαστος </l><l n="478">ἔς τε
              φίλας ἀλόχους· ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="479">ἕξετʼ ἐμὸν πολλοῖσι τετιμένον
              ἀνθρώποισιν. </l><l n="480">εἰμὶ δʼ ἐγὼ Διὸς υἱός, Ἀπόλλων δʼ εὔχομαι εἶναι·
              </l><l n="481">ὑμέας δʼ ἤγαγον ἐνθάδʼ ὑπὲρ μέγα λαῖμα θαλάσσης, </l><l n="482">οὔ τι κακὰ φρονέων,
              ἀλλʼ ἐνθάδε πίονα νηὸν </l><l n="483">ἕξετʼ ἐμὸν πᾶσιν μάλα τίμιον ἀνθρώποισι, </l><l n="484">βουλάς
              τʼ ἀθανάτων εἰδήσετε, τῶν ἰότητι </l><l n="485">αἰεὶ τιμήσεσθε διαμπερὲς ἤματα πάντα.
              </l><l n="486">ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πείθεσθε τάχιστα· </l><l n="487">ἱστία μὲν πρῶτον κάθετον
              λύσαντε βοείας, </l><l n="488">νῆα δʼ ἔπειτα θοὴν μὲν ἐπʼ ἠπείρου ἐρύσασθε, </l></sp></div></div></body></text></TEI>