<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="447">Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ. </l><l n="448">ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι, </l><l n="449">ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, </l><l n="450">πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· </l><l n="451">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· </l><l n="452"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; </l><l n="453">ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε </l><l n="454">οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται </l><l n="455">ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; </l><l n="456">τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν </l><l n="457">ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε; </l><l n="458">αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, </l><l n="459">ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ </l><l n="460">ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας </l><l n="461">σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ.<!-- <milestone type="endquote"> --></l><l n="462"><milestone unit="Para" ed="P"/>ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. </l><l n="463">τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· </l><l n="464"><!-- <milestone type="startquote"> -->ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, </l><l n="465">οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν, </l><l n="466">οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. </l><l n="467">καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ· </l><l n="468">τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν; </l><l n="469">ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα </l><l n="470">ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι· </l><l n="471">νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες, </l><l n="472">νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα· </l><l n="473">ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας. <!-- <milestone type="endquote"> --></l><l n="474"><milestone unit="Para" ed="P"/>τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων· </l><l n="475"><!-- <milestone type="startquote"> -->ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε </l><l n="476">τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ
              ὑπότροποι αὖτις ἔσεσθε </l></sp></div></div></body></text></TEI>