Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ. ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι, ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; ἤ τι κατὰ πρῆξιν ἢ μαψιδίως ἀλάλησθε οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται ψυχὰς παρθέμενοι, κακὸν ἀλλοδαποῖσι φέροντες; τίφθʼ οὕτως ἧσθον τετιηότες, οὐδʼ ἐπὶ γαῖαν ἐκβῆτʼ, οὐδὲ καθʼ ὅπλα μελαίνης νηὸς ἔθεσθε; αὕτη μέν γε δίκη πέλει ἀνδρῶν ἀλφηστάων, ὁππότʼ ἂν ἐκ πόντοιο ποτὶ χθονὶ νηὶ μελαίνῃ ἔλθωσιν καμάτῳ ἀδηκότες, αὐτίκα δέ σφεας σίτοιο γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ. ὣς φάτο καί σφιν θάρσος ἐνὶ στήθεσσιν ἔθηκε. τὸν καὶ ἀμειβόμενος Κρητῶν ἀγὸς ἀντίον ηὔδα· ξεῖνʼ, ἐπεὶ οὐ μὲν γάρ τι καταθνητοῖσι ἔοικας, οὐ δέμας οὐδὲ φυήν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν, οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ εὖ εἰδῶ· τίς δῆμος; τίς γαῖα; τίνες βροτοὶ ἐγγεγάασιν; ἄλλῃ γὰρ φρονέοντες ἐπεπλέομεν μέγα λαῖτμα ἐς Πύλον ἐκ Κρήτης, ἔνθεν γένος εὐχόμεθʼ εἶναι· νῦν δʼ ὧδε ξὺν νηὶ κατήλθομεν οὔ τι ἑκόντες, νόστου ἱέμενοι, ἄλλην ὁδόν, ἄλλα κέλευθα· ἀλλά τις ἀθανάτων δεῦρʼ ἤγαγεν οὐκ ἐθέλοντας. τοὺς δʼ ἀπαμειβόμενος προσέφη ἑκάεργος Ἀπόλλων· ξεῖνοι, τοὶ Κνωσὸν πολυδένδρεον ἀμφενεμεσθε τὸ πρίν, ἀτὰρ νῦν οὐκ ἔθʼ ὑπότροποι αὖτις ἔσεσθε