<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="441">ἀστέρι εἰδόμενος μέσῳ ἤματι· τοῦ δʼ ἀπὸ πολλαὶ </l><l n="442">σπινθαρίδες πωτῶντο, σέλας δʼ εἰς οὐρανὸν ἷκεν· </l><l n="443">ἐς δʼ ἄδυτον κατέδυσε διὰ τριπόδων ἐριτίμων. <milestone unit="card" n="444" ed="P"/>
          </l><l n="444">ἔνθʼ ἄρʼ ὅ γε φλόγα δαῖε πιφαυσκόμενος τὰ ἃ κῆλα· </l><l n="445">πᾶσαν δὲ Κρίσην κάτεχεν σέλας· αἳ δʼ ὀλόλυξαν </l><l n="446">Κρισαίων ἄλοχοι καλλίζωνοί τε θύγατρες </l><l n="447">Φοίβου ὑπὸ ῥιπῆς· μέγα γὰρ δέος ἔμβαλʼ ἑκάστῳ. </l><l n="448">ἔνθεν δʼ αὖτʼ ἐπὶ νῆα νόημʼ ὣς ἆλτο πέτεσθαι, </l><l n="449">ἀνέρι εἰδόμενος αἰζηῷ τε κρατερῷ τε, </l><l n="450">πρωθήβῃ, χαίτῃς εἰλυμένος εὐρέας ὤμους· </l><l n="451">καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· </l><l n="452"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; </l></sp></div></div></body></text></TEI>