<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="417">ἢ εἰς οἶδμʼ ἅλιον πολυΐχθυον αὖτις ὀρούσει. </l><l n="418">ἀλλʼ οὐ πηδαλίοισιν ἐπείθετο νηῦς εὐεργής, </l><l n="419">ἀλλὰ παρὲκ Πελοπόννησον πίειραν ἔχουσα </l><l n="420">ἤιʼ ὁδόν· πνοιῇ δὲ ἄναξ ἑκάεργος Ἀπόλλων </l><l n="421">ῥηιδίως ἴθυνʼ· ἣ δὲ πρήσσουσα κέλευθον </l><l n="422">Ἀρήνην ἵκανε καὶ Ἀργυφέην ἐρατεινὴν </l><l n="423">καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ </l><l n="424">καὶ Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους. </l><l n="425">βῆ δὲ παρὰ Κπουνοὺς καὶ Χαλκίδα καὶ παρὰ Δύμην </l><l n="426">ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. </l><l n="427">εὖτε Φερὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, </l><l n="428">καί σφιν ὑπὲκ νεφέων Ἰθάκης τʼ ὄρος αἰπὺ πέφαντο </l></sp></div></div></body></text></TEI>