<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="388"><milestone unit="Para" ed="P"/>καὶ τότε δὴ κατὰ θυμὸν ἐφράζετο Φοῖβος Απόλλων, </l><l n="389">οὕστινας ἀνθρώπους ὀργείονας εἰσαγάγοιτο, </l><l n="390">οἳ θεραπεύσονται Πυθοῖ ἔνι πετρηέσσῃ· </l><l n="391">ταῦτʼ ἄρα ὁρμαίνων ἐνόησʼ ἐπὶ οἴνοπι πόντῳ </l><l n="392">νῆα θοήν· ἐν δʼ ἄνδρες ἔσαν πολέες τε καὶ ἐσθλοί, </l><l n="393">Κρῆτες ἀπὸ Κνωσοῦ Μινωίου, οἵ ῥα ἄνακτι </l><l n="394">ἱερά τε ῥέζουσι καὶ ἀγγέλλουσι θέμιστας </l><l n="395">φοίβου Ἀπόλλωνος χρυσαόρου, ὅττι κεν εἴπῃ </l><l n="396">χρείων ἐκ δάφνης γυάλων ὕπο Παρνησοῖο.</l><milestone unit="card" n="397" ed="P"/><l n="397">οἳ μὲν ἐπὶ πρῆξιν καὶ χρήματα νηὶ μελαίνῃ </l><l n="398">ἐς Πύλον ἠμαθόεντα Πυλοιγενέας τʼ ἀνθρώπους </l><l n="399">ἔπλεον· αὐτὰρ ὃ τοῖσι συνήντετο Φοῖβος Ἀπόλλων· </l><l n="400">ἐν πόντῳ δʼ ἐπόρουσε δέμας δελφῖνι ἐοικὼς </l><l n="401">νηὶ θοῇ καὶ κεῖτο πέλωρ μέγα τε δεινόν τε· </l><l n="402">τῶν δʼ οὔτις κατὰ θυμὸν ἐπεφράσαθʼ ὥστε νοῆσαι </l><l n="402a"> [<supplied reason="lost">ἐκβάλλειν δʼ ἔθελον δελφῖνʼ· ὁ δὲ νῆα
                μέλαιναν</supplied><note resp="ed" xml:lang="eng">Allen-Sikes’s supplement.</note>] </l><l n="403">πάντοσʼ ἀνασσείσασκε, τίνασσε δὲ νήια δοῦρα. </l><l n="404">οἳ δʼ ἀκέων ἐνὶ νηὶ καθήατο δειμαίνοντες· </l><l n="405">οὐδʼ οἵ γʼ ὅπλʼ ἔλυον κοίλην ἀνὰ νῆα μέλαιναν, </l><l n="406">οὐδʼ ἔλυον λαῖφος νηὸς κυανοπρώροιο, </l><l n="407">ἀλλʼ ὡς τὰ πρώτιστα κατεστήσαντο βοεῦσιν, </l><l n="408">ὣς ἔπλεον· κραιπνὸς δὲ Νότος κατόπισθεν ἔπειγε </l><l n="409">νῆα θοήν· πρῶτον δὲ παρημείβοντο Μάλειαν, </l><l n="410">πὰρ δὲ Λακωνίδα γαῖαν ἁλιστέφανον πτολίεθρον </l><l n="411">ἷξον καὶ χῶρον τερψιμβρότου Ἠελίοιο, </l><l n="412">Ταίναρον, ἔνθα τε μῆλα βαθύτριχα βόσκεται αἰεὶ </l><l n="413">Ἠελίοιο ἄνακτος, ἔχει δʼ ἐπιτερπέα χῶρον. </l><l n="414">οἳ μὲν ἄρʼ ἔνθʼ ἔθελον νῆα σχεῖν ἠδʼ ἀποβάντες </l><l n="415">φράσσασθαι μέγα θαῦμα καὶ ὀφθαλμοῖσιν ἰδέσθαι, </l><l n="416">εἰ μενέει νηὸς γλαφυρῆς δαπέδοισι πέλωρον </l></sp></div></div></body></text></TEI>