<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="358">καρτερόν· ἣ δʼ ὀδύνῃσιν ἐρεχθομένη χαλεπῇσι </l><l n="359">κεῖτο μέγʼ ἀσθμαίνουσα κυλινδομένη κατὰ χῶρον. </l><l n="360">θεσπεσίη δʼ ἐνοπὴ γένετʼ ἄσπετος· ἣ δὲ καθʼ ὕλην </l><l n="361">πυκνὰ μάλʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, λεῖπε δὲ θυμὸν </l><l n="362">φοινὸν ἀποπνείουσʼ· ὃ δʼ ἐπηύξατο Φοῖβος Ἀπόλλων· </l><l n="363"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->ἐνταυθοῖ νῦν πύθευ ἐπὶ χθονὶ βωτιανείρῃ· </l><l n="364">οὐδὲ σύ γε ζώουσα κακὸν δήλημα βροτοῖσιν </l><l n="365">ἔσσεαι, οἳ γαίης πολυφόρβου καρπὸν ἔδοντες </l><l n="366">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· </l><l n="367">οὐδέ τί τοι θάνατόν γε δυσηλεγέʼ οὔτε Τυφωεὺς </l><l n="368">ἀρκέσει οὔτε Χίμαιρα δυσώνυμος, ἀλλά σέ γʼ αὐτοῦ </l><l n="369">πύσει Γαῖα μέλαινα καὶ ἠλέκτωρ Ὑπερίων. <!-- <milestone type="endquote"> --></l><l n="370"><milestone unit="Para" ed="P"/>ὣς φάτʼ ἐπευχόμενος· τὴν δὲ σκότος ὄσσε κάλυψε. </l><l n="371">τὴν δʼ αὐτοῦ κατέπυσʼ ἱερὸν μένος Ἠελίοιο, </l><l n="372">ἐξ οὗ νῦν Πυθὼ κικλήσκεται· οἳ δὲ ἄνακτα </l><l n="373">Πύθιον ἀγκαλέουσιν ἐπώνυμον, οὕνεκα κεῖθι </l><l n="374">αὐτοῦ πῦσε πέλωρ μένος ὀξέος Ἠελίοιο. </l><l n="375"><milestone unit="Para" ed="P"/>καὶ τότʼ ἄρʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ Φοῖβος Ἀπόλλων, </l><l n="376">οὕνεκά μιν κρήνη καλλίρροος ἐξαπάφησε· </l><l n="377">βῆ δʼ ἐπὶ Τελφούσῃ κεχολωμένος, αἶψα δʼ ἵκανε· </l><l n="378">στῆ δὲ μάλʼ ἄγχʼ αὐτῆς καί μιν πρὸς μῦθον ἔειπε· </l><l n="379"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->Τελφοῦσʼ, οὐκ ἄρʼ ἔμελλες ἐμὸν νόον ἐξαπαφοῦσα </l><l n="380">χῶρον ἔχουσʼ ἐρατὸν προρέειν καλλίρροον ὕδωρ. </l><l n="381">ἐνθάδε δὴ καὶ ἐμὸν κλέος ἔσσεται, οὐδὲ σὸν οἴης. <!-- <milestone type="endquote"> --></l><l n="382"><milestone unit="Para" ed="P"/>ἦ καὶ ἐπὶ ῥίον ὦσε ἄναξ ἑκάεργος Ἀπόλλων </l><l n="383">πετραίῃς προχυτῇσιν, ἀπέκρυψεν δὲ ῥέεθρα </l><l n="384">καὶ βωμὸν ποιήσατʼ ἐν ἄλσεϊ δενδρήεντι, </l><l n="385">ἄγχι μάλα κρήνης καλλιρρόου· ἔνθαδʼ ἄνακτι </l><l n="386">πάντες ἐπίκλησιν Τελφουσίῳ εὐχετόωνται, </l><l n="387">οὕνεκα Τελφούσης ἱερῆς ᾔσχυνε ῥέεθρα. </l></sp></div></div></body></text></TEI>