<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="328">οὔτε σὸν αἰσχύνασʼ ἱερὸν λέχος οὔτʼ ἐμὸν αὐτῆς. </l><l n="329">οὐδέ τοι εἰς εὐνὴν πωλήσομαι, ἀλλʼ ἀπὸ σεῖο </l><l n="330">τηλόθʼ ἐοῦσα θεοῖσι μετέσσομαι ἀθανάτοισιν.<!-- <milestone type="endquote"> --> </l><l n="331"><milestone unit="Para" ed="P"/>ὣς εἰποῦσʼ ἀπὸ νόσφι θεῶν κίε χωομένη κῆρ. </l><l n="332">αὐτίκʼ ἔπειτʼ ἠρᾶτο βοῶπις πότνια Ἥρη, </l><l n="333">χειρὶ καταπρηνεῖ δʼ ἔλασε χθόνα καὶ φάτο μῦθον· </l><l n="334"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->κέκλυτε νῦν μευ, Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθεν </l><l n="335">Τιτῆνές τε θεοί, τοὶ ὑπὸ χθονὶ ναιετάοντες </l><l n="336">Τάρταρον ἀμφὶ μέγαν, τῶν ἒξ ἄνδρες τε θεοί τε· </l><l n="337">αὐτοὶ νῦν μευ πάντες ἀκούσατε καὶ δότε παῖδα </l><l n="338">νόσφι Διός, μηδέν τι βίην ἐπιδευέα κείνου· </l><l n="339">ἀλλʼ ὅ γε φέρτερος ἔστω, ὅσον Κρόνου εὐρύοπα Ζεύς.<!-- <milestone type="endquote"> --></l><l n="340">ὣς ἄρα φωνήσασʼ ἵμασε χθόνα χειρὶ παχείῃ· </l><l n="341">κινήθη δʼ ἄρα Γαῖα φερέσβιος· ἣ δὲ ἰδοῦσα </l><l n="342">τέρπετο ὃν κατὰ θυμόν· ὀίετο γὰρ τελέεσθαι. </l><l n="343">ἐκ τούτου δὴ ἔπειτα τελεσφόρον εἰς ἐνιαυτὸν </l><l n="344">οὔτε πότʼ εἰς εὐνὴν Διὸς ἤλυθε μητιόεντος, </l><l n="345">οὔτε πότʼ ἐς θῶκον πολυδαίδαλον, ὡς τὸ πάρος περ </l><l n="346">αὐτῷ ἐφεζομένη πυκινὰς φραζέσκετο βουλάς· </l><l n="347">ἀλλʼ ἥ γʼ ἐν νηοῖσι πολυλλίστοισι μένουσα </l><l n="348">τέρπετο οἷς ἱεροῖσι βοῶπις πότνια Ἥρη. <milestone unit="card" n="349" ed="P"/>
          </l><l n="349">ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο </l><l n="350">ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, </l><l n="351">ἣ δʼ ἔτεκʼ οὔτε θεοῖς ἐναλίγκιον οὔτε βροτοῖσι, </l><l n="352">δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν. </l><l n="353">αὐτίκα τόνδε λαβοῦσα βοῶπις πότνια Ἥρη </l><l n="354">δῶκεν ἔπειτα φέρουσα κακῷ κακόν· ἣ δʼ ὑπέδεκτο. </l><l n="355">ὃς κακὰ πόλλʼ ἔρδεσκεν ἀγακλυτὰ φῦλʼ ἀνθρώπων· </l><l n="356">ὃς τῇ γʼ ἀντιάσειε, φέρεσκέ μιν αἴσιμον ἦμαρ, </l><l n="357">πρίν γέ οἱ ἰὸν ἐφῆκε ἄναξ ἑκάεργος Ἀπόλλων </l></sp></div></div></body></text></TEI>