ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν· καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή· [ αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή Suggested by Allen-Sikes to fill up the lacuna. ] ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ· ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο;