<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="31">νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια, </l><l n="32">Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος </l><l n="33">Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα </l><l n="34">Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα, </l><l n="35">Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, </l><l n="36">Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα </l><l n="37">Λέσβος τʼ ἠγαθέη, Μάκαρος ἕδος Αἰολίωνος, </l><l n="38">καὶ Χίος, ἣ νήσων λιπαρωτάτη εἰν ἁλὶ κεῖται, </l><l n="39">παιπαλόεις τε Μίμας καὶ Κωρύκου ἄκρα κάρηνα </l><l n="40">καὶ Κλάρος αἰγλήεσσα καὶ Αἰσαγέης ὄρος αἰπὺ </l><l n="41">καὶ Σάμος ὑδρηλὴ Μυκάλης τʼ αἰπεινὰ κάρηνα </l><l n="42">Μίλητός τε Κόως τε, πόλις Μερόπων ἀνθρώπων, </l><l n="43">καὶ Κνίδος αἰπεινὴ καὶ Κάρπαθος ἠνεμόεσσα </l><l n="44">Νάξος τʼ ἠδὲ Πάρος Ῥήναιά τε πετρήεσσα, </l><l n="45">τόσσον ἔπʼ ὠδίνουσα Ἑκηβόλον ἵκετο Λητώ, </l><l n="46">εἴ τίς οἱ γαιέων υἱεῖ θέλοι οἰκία θέσθαι. <milestone unit="card" n="47" ed="P"/>
        </l><l n="47">αἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη </l><l n="48">Φοῖβον δέξασθαι, καὶ πιοτέρη περ ἐοῦσα· </l><l n="49">πρίν γʼ ὅτε δή ῥʼ ἐπὶ Δήλου ἐβήσατο πότνια Λητὼ </l><l n="50">καί μιν ἀνειρομένη ἔπεα πτερόεντα προσηύδα· </l><l n="51"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote" -->δῆλʼ, εἰ γάρ κʼ ἐθέλοις ἕδος ἔμμεναι υἷος ἐμοῖο, </l><l n="52">Φοίβου Ἀπόλλωνος, θέσθαι τʼ ἔνι πίονα νηόν, — </l><l n="53">ἄλλος δʼ οὔτις σεῖό ποθʼ ἅψεται, οὐδέ σε λήσει· </l><l n="54">οὐδʼ εὔβων σέ γʼ ἔσεσθαι ὀίομαι οὔτʼ εὔμηλον, </l><l n="55">οὐδὲ τρύγην οἴσεις οὔτʼ ἂρ φυτὰ μυρία φύσεις. </l><l n="56">εἰ δέ κʼ Ἀπόλλωνος ἑκαέργου νηὸν ἔχῃσθα, </l><l n="57">ἄνθρωποί τοι πάντες ἀγινήσουσʼ ἑκατόμβας </l><l n="58">ἐνθάδʼ ἀγειρόμενοι, κνίσση δέ τοι ἄσπετος αἰεὶ </l><l n="59">δημοῦ ἀναΐξει βοσκήσεις θʼ οἵ κέ σʼ ἔχωσι </l><l n="60">χειρὸς ἀπʼ ἀλλοτρίης, ἐπεὶ οὔ τοι πῖαρ ὑπʼ οὖδας.<!-- <milestone type="endquote" --></l></div></div></body></text></TEI>