<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="300"><milestone unit="Para" ed="P"/>ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν </l><l n="301">κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο, </l><l n="302">ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ </l><l n="303">ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς, </l><l n="304">πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν. <milestone unit="card" n="305" ed="P"/>
          </l><l n="305">καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης </l><l n="306">δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν· </l><l n="307">ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί, </l><l n="308">ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην </l><l n="309">ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη </l><l n="310">ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε· </l><l n="311"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, </l><l n="312">ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς </l><l n="313">πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν· </l><l n="314">καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, </l><l n="315">ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· </l><l n="316">αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι </l><l n="317">παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή· </l><l n="317a"> [<supplied reason="lost">αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή</supplied><note resp="ed" xml:lang="eng">Suggested by Allen-Sikes to fill up the lacuna.</note>] </l><l n="318">ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ· </l><l n="319">ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα </l><l n="320">δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. </l><l n="321">ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. </l><l n="322">σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο; </l><l n="323">πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην; </l><l n="324">οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης </l><l n="325">ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. </l><l n="325a">φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω. </l><l n="326">καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται </l><l n="327">παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν, </l></sp></div></div></body></text></TEI>