ἀγχοῦ δὲ κρήνη καλλίρροος, ἔνθα δράκαιναν κτεῖνεν ἄναξ, Διὸς υἱός, ἀπὸ κρατεροῖο βιοῖο, ζατρεφέα, μεγάλην, τέρας ἄγριον, ἣ κακὰ πολλὰ ἀνθρώπους ἔρδεσκεν ἐπὶ χθονί, πολλὰ μὲν αὐτούς, πολλὰ δὲ μῆλα ταναύποδʼ, ἐπεὶ πέλε πῆμα δαφοινόν. καὶ ποτε δεξαμένη χρυσοθρόνου ἔτρεφεν Ἥρης δεινόν τʼ ἀργαλέον τε Τυφάονα, πῆμα βροτοῖσιν· ὅν ποτʼ ἄρʼ Ἥρη ἔτικτε χολωσαμένη Διὶ πατρί, ἡνίκʼ ἄρα Κρονίδης ἐρικυδέα γείνατʼ Ἀθήνην ἐν κορυφῇ· ἣ δʼ αἶψα χολώσατο πότνια Ἥρη ἠδὲ καὶ ἀγρομένοισι μετʼ ἀθανάτοισιν ἔειπε· κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, ὡς ἔμʼ ἀτιμάζειν ἄρχει νεφεληγερέτα Ζεὺς πρῶτος, ἐπεί μʼ ἄλοχον ποιήσατο κέδνʼ εἰδυῖαν· καὶ νῦν νόσφιν ἐμεῖο τέκε γλαυκῶπιν Ἀθήνην, ἣ πᾶσιν μακάρεσσι μεταπρέπει ἀθανάτοισιν· αὐτὰρ ὅ γʼ ἠπεδανὸς γέγονεν μετὰ πᾶσι θεοῖσι παῖς ἐμὸς Ἥφαιστος, ῥικνὸς πόδας, ὃν τέκον αὐτή· [ αἶσχος ἐμοὶ καὶ ὄνειδος ἐν οὐρανῷ ὅντε καὶ αὐτή Suggested by Allen-Sikes to fill up the lacuna. ] ῥῖψʼ ἀνὰ χερσὶν ἑλοῦσα καὶ ἔμβαλον εὐρέι πόντῳ· ἀλλά ἑ Νηρῆος θυγάτηρ Θέτις ἀργυρόπεζα δέξατο καὶ μετὰ ᾗσι κασιγνήτῃσι κόμισσεν. ὡς ὄφελʼ ἄλλο θεοῖσι χαρίζεσθαι μακάρεσσι. σχέτλιε, ποικιλομῆτα, τί νῦν μητίσεαι ἄλλο; πῶς ἔτλης οἶος τεκέειν γλαυκῶπιν Ἀθήνην; οὐκ ἂν ἐγὼ τεκόμην; καὶ σὴ κεκλημένη ἔμπης ἦα ῥʼ ἐν ἀθανάτοισιν, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. φράζεο νῦν μή τοί τι κακὸν μητίσομʼ ὀπίσσω. καὶ νῦν μέντοι ἐγὼ τεχνήσομαι, ὥς κε γένηται παῖς ἐμός, ὅς κε θεοῖσι μεταπρέποι ἀθανάτοισιν,