<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="288">ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ </l><l n="289">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, </l><l n="290">ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, </l><l n="291">ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, </l><l n="292">χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν </l><l n="293">πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. <!-- <milestone type="endquote"> --></l><l n="294"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων </l><l n="295">εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς </l><l n="296">λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης, </l><l n="297">υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν· </l><l n="298">ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων </l><l n="299">ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί. </l></sp></div></div></body></text></TEI>