<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="270">ἔνθʼ
              οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων </l><l n="271">ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ
              βωμόν, </l><l n="272">ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα </l><l n="273">ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ
                φρένας ἀμφιγεγηθὼς </l><l n="274">δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.<!-- <milestone type="endquote"> --> </l><l n="275">ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ </l><l n="276">Τελφούσῃ κλέος εἴη ἐπὶ χθονί, μηδʼ Ἑκάτοιο. </l><l n="277"><milestone unit="Para" ed="P"/>ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον· </l><l n="278">ἷξες δʼ ἐς Φλεγύων ἀνδρῶν πόλιν ὑβριστάων, </l><l n="279">οἳ Διὸς οὐκ ἀλέγοντες ἐπὶ χθονὶ ναιετάασκον </l><l n="280">ἐν καλῇ βήσσῃ Κηφισίδος ἐγγύθι λίμνης. </l><l n="281">ἔνθεν καρπαλίμως προσέβης πρὸς δειράδα θύων </l><l n="282">ἵκεο δʼ ἐς Κρίσην ὑπὸ Παρνησὸν νιφόεντα, </l><l n="283">κνημὸν πρὸς Ζέφυρον τετραμμένον, αὐτὰρ ὕπερθεν </l><l n="284">πέτρη ἐπικρέμαται, κοίλη δʼ ὑποδέδρομε βῆσσα, </l><l n="285">τρηχεῖʼ· ἔνθα ἄναξ τεκμήρατο Φοῖβος Ἀπόλλων </l><l n="286">νηὸν ποιήσασθαι ἐπήρατον εἶπέ τε μῦθον· </l><l n="287"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->ἐνθάδε δὴ φρονέω τεῦξαι περικαλλέα νηὸν </l><l n="288">ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε μοι αἰεὶ </l><l n="289">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, </l><l n="290">ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν, </l><l n="291">ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, </l><l n="292">χρησόμενοι· τοῖσιν δʼ ἄρʼ ἐγὼ νημερτέα βουλὴν </l><l n="293">πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. <!-- <milestone type="endquote"> --></l><l n="294"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων </l><l n="295">εὐρέα καὶ μάλα μακρὰ διηνεκές· αὐτὰρ ἐπʼ αὐτοῖς </l><l n="296">λάινον οὐδὸν ἔθηκε Τροφώνιος ἠδʼ Ἀγαμήδης, </l><l n="297">υἱέες Ἐργίνου, φίλοι ἀθανάτοισι θεοῖσιν· </l><l n="298">ἀμφὶ δὲ νηὸν ἔνασσαν ἀθέσφατα φῦλʼ ἀνθρώπων </l><l n="299">ξεστοῖσιν λάεσσιν, ἀοίδιμον ἔμμεναι αἰεί. </l></sp></div></div></body></text></TEI>