<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="264">ἔνθα τις
              ἀνθρώπων βουλήσεται εἰσοράασθαι </l><l n="265">ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον
              ἵππων </l><l n="266">ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα. <milestone unit="card" n="267" ed="P"/>
            </l><l n="267">ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων </l><l n="268">ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ
              σθένος ἐστὶ μέγιστον, </l><l n="269">ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. </l><l n="270">ἔνθʼ
              οὔθʼ ἅρματα καλὰ δονήσεται οὔτε τοι ἵππων </l><l n="271">ὠκυπόδων κτύπος ἔσται ἐύδμητον περὶ
              βωμόν, </l><l n="272">ἀλλά τοι ὣς προσάγοιεν Ἰηπαιήονι δῶρα </l><l n="273">ἀνθρώπων κλυτὰ φῦλα· σὺ δὲ
                φρένας ἀμφιγεγηθὼς </l><l n="274">δέξαιʼ ἱερὰ καλὰ περικτιόνων ἀνθρώπων.<!-- <milestone type="endquote"> --> </l><l n="275">ὣς εἰποῦσʼ Ἑκάτου πέπιθε φρένας, ὄφρα οἱ αὐτῇ </l></sp></div></div></body></text></TEI>