<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="252">χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα
                βουλὴν </l><l n="253">πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.<!-- <milestone type="endquote"> --> </l><l n="254"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων </l><l n="255">εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα </l><l n="256">Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον· </l><l n="257"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
              </l><l n="258">ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν </l><l n="259">ἔμμεναι ἀνθρώποις
              χρηστήριον, οἵτε τοι αἰεὶ </l><l n="260">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
              </l><l n="261">ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, </l><l n="262">πημανέει σʼ αἰεὶ κτύπος
              ἵππων ὠκειάων </l><l n="263">ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων· </l></sp></div></div></body></text></TEI>