<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="25">ἦ ὥς σε πρῶτον Λητὼ τέκε, χάρμα βροτοῖσι, </l><l n="26">κλινθεῖσα πρὸς Κύνθου ὄρος κραναῇ ἐνὶ νήσῳ, </l><l n="27">Δήλῳ ἐν ἀμφιρύτῃ; ἑκάτερθε δὲ κῦμα κελαινὸν </l><l n="28">ἐξῄει χέρσονδε λιγυπνοίοις ἀνέμοισιν, </l><l n="29">ἔνθεν ἀπορνύμενος πᾶσι θνητοῖσιν ἀνάσσεις. </l><l n="30"><milestone unit="Para" ed="P"/>ὅσσους Κρήτη τʼ ἐντὸς ἔχει καὶ δῆμος Ἀθηνῶν </l><l n="31">νῆσός τʼ Αἰγίνη ναυσικλειτή τʼ Εὔβοια, </l><l n="32">Αἰγαί, Πειρεσίαι τε καὶ ἀγχιάλη Πεπάρηθος </l><l n="33">Θρηίκιός τʼ Ἀθόως καὶ Πηλίου ἄκρα κάρηνα </l><l n="34">Θρηικίη τε Σάμος Ἴδης τʼ ὄρεα σκιόεντα, </l><l n="35">Σκῦρος καὶ Φώκαια καὶ Αὐτοκάνης ὄρος αἰπύ, </l><l n="36">Ἴμβρος τʼ εὐκτιμένη καὶ Λῆμνος ἀμιχθαλόεσσα </l></div></div></body></text></TEI>