<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="240">Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον, </l><l n="241">ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. </l><l n="242">τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον </l><l n="243">ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. </l><l n="244"><milestone unit="Para" ed="P"/>βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων </l><l n="245">τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· </l><l n="246">στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες· </l><l n="247"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
              </l><l n="248">ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ </l><l n="249">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας
              ἑκατόμβας, </l><l n="250">ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν </l><l n="251">ἠδʼ ὅσοι
              Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, </l><l n="252">χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα
                βουλὴν </l><l n="253">πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ.<!-- <milestone type="endquote"> --> </l><l n="254"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων </l><l n="255">εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα </l><l n="256">Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον· </l><l n="257"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω.
              </l><l n="258">ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν </l><l n="259">ἔμμεναι ἀνθρώποις
              χρηστήριον, οἵτε τοι αἰεὶ </l><l n="260">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας·
              </l><l n="261">ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, </l><l n="262">πημανέει σʼ αἰεὶ κτύπος
              ἵππων ὠκειάων </l><l n="263">ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων· </l><l n="264">ἔνθα τις
              ἀνθρώπων βουλήσεται εἰσοράασθαι </l><l n="265">ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον
              ἵππων </l><l n="266">ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα. <milestone unit="card" n="267" ed="P"/>
            </l><l n="267">ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων </l><l n="268">ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ
              σθένος ἐστὶ μέγιστον, </l><l n="269">ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο. </l></sp></div></div></body></text></TEI>