Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον, ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες· Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας, ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν ἠδʼ ὅσοι Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, χρησόμενοι· τοῖσιν δέ κʼ ἐγὼ νημερτέα βουλὴν πᾶσι θεμιστεύοιμι χρέων ἐνὶ πίονι νηῷ. ὣς εἰπὼν διέθηκε θεμείλια Φοῖβος Ἀπόλλων εὐρέα καὶ μάλα μακρὰ διηνεκές· ἣ δὲ ἰδοῦσα Τελφοῦσα κραδίην ἐχολώσατο εἶπέ τε μῦθον· φοῖβε ἄναξ ἑκάεργε, ἔπος τί τοι ἐν φρεσὶ θήσω. ἐνθάδʼ ἐπεὶ φρονέεις τεῦξαι περικαλλέα νηὸν ἔμμεναι ἀνθρώποις χρηστήριον, οἵτε τοι αἰεὶ ἐνθάδʼ ἀγινήσουσι τεληέσσας ἑκατόμβας· ἀλλʼ ἔκ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι, πημανέει σʼ αἰεὶ κτύπος ἵππων ὠκειάων ἀρδόμενοί τʼ οὐρῆες ἐμῶν ἱερῶν ἀπὸ πηγέων· ἔνθα τις ἀνθρώπων βουλήσεται εἰσοράασθαι ἅρματά τʼ εὐποίητα καὶ ὠκυπόδων κτύπον ἵππων ἢ νηόν τε μέγαν καὶ κτήματα πόλλʼ ἐνεόντα. ἀλλʼ εἰ δή τι πίθοιο, σὺ δὲ κρείσσων καὶ ἀρείων ἐσσί, ἄναξ, ἐμέθεν, σεῦ δὲ σθένος ἐστὶ μέγιστον, ἐν Κρίσῃ ποίησαι ὑπὸ πτυχὶ Παρνησοῖο.