<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="240">Κηφισσὸν δʼ ἄρʼ ἔπειτα κιχήσαο καλλιρέεθρον, </l><l n="241">ὅς τε Λιλαίηθεν προχέει καλλίρροον ὕδωρ. </l><l n="242">τὸν διαβάς, Ἑκάεργε, καὶ Ὠκαλέην πολύπυργον </l><l n="243">ἔνθεν ἄρʼ εἰς Ἁλίαρτον ἀφίκεο ποιήεντα. </l><l n="244"><milestone unit="Para" ed="P"/>βῆς δʼ ἐπὶ Τελφούσης· τόθι τοι ἅδε χῶρος ἀπήμων </l><l n="245">τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα· </l><l n="246">στῆς δὲ μάλʼ ἄγχʼ αὐτῆς καὶ μιν πρὸς μῦθον ἔειπες· </l><l n="247"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->Τελφοῦσʼ, ἐνθάδε δὴ φρονέω περικαλλέα νηὸν
              </l><l n="248">ἀνθρώπων τεῦξαι χρηστήριον, οἵτε μοι αἰεὶ </l><l n="249">ἐνθάδʼ ἀγινήσουσι τεληέσσας
              ἑκατόμβας, </l><l n="250">ἠμὲν ὅσοι Πελοπόννησον πίειραν ἔχουσιν </l><l n="251">ἠδʼ ὅσοι
              Εὐρώπην τε καὶ ἀμφιρύτας κατὰ νήσους, </l></sp></div></div></body></text></TEI>