<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="228">Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη. </l><l n="229"><milestone unit="Para" ed="P"/>ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον, </l><l n="230">Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· </l><l n="231">ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ </l><l n="232">ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ </l><l n="233">ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν </l><l n="234">κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. </l><l n="235">εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, </l><l n="236">ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν· </l><l n="237">ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι </l><l n="238">εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. </l><l n="239"><milestone unit="Para" ed="P"/>ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον· </l></sp></div></div></body></text></TEI>