<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="210">Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; </l><l n="211">ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ; </l><l n="212">ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι </l><l n="213"><gap reason="lost"/>πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν. </l><l n="214">ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι </l><l n="215">ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον; </l><l n="216">Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες· </l><l n="217">Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας </l><l n="218">καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες, </l><l n="219">Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. </l><l n="220">στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ </l><l n="221">τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. </l><l n="222">ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον, </l><l n="223">βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ </l><l n="224">ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην. <milestone unit="card" n="225" ed="P"/>
          </l><l n="225">Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· </l><l n="226">οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ, </l><l n="227">οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι </l><l n="228">Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη. </l><l n="229"><milestone unit="Para" ed="P"/>ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον, </l><l n="230">Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· </l><l n="231">ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ </l><l n="232">ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ </l><l n="233">ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν </l><l n="234">κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. </l><l n="235">εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, </l><l n="236">ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν· </l><l n="237">ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι </l><l n="238">εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. </l><l n="239"><milestone unit="Para" ed="P"/>ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον· </l></sp></div></div></body></text></TEI>