Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ; ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν. ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον; Πιερίην μὲν πρῶτον ἀπʼ Οὐλύμποιο κατῆλθες· Λέκτον τʼ ἠμαθοέντα παρέστιχες ἠδʼ Ἐνιῆνας καὶ διὰ Περραιβούς· τάχα δʼ εἰς Ἰαωλκὸν ἵκανες, Κηναίου τʼ ἐπέβης ναυσικλειτῆς Εὐβοίης. στῆς δʼ ἐπὶ Ληλάντῳ πεδίῳ· τό τοι οὐχ ἅδε θυμῷ τεύξασθαι νηόν τε καὶ ἄλσεα δενδρήεντα. ἔνθεν δʼ Εὔριπον διαβάς, ἑκατηβόλʼ Ἄπολλον, βῆς ἄνʼ ὄρος ζάθεον, χλωρόν· τάχα δʼ ἷξες ἀπʼ αὐτοῦ ἐς Μυκαλησσὸν ἰὼν καὶ Τευμησσὸν λεχεποίην. Θήβης δʼ εἰσαφίκανες ἕδος καταειμένον ὕλῃ· οὐ γάρ πώ τις ἔναιε βροτῶν ἱερῇ ἐνὶ Θήβῃ, οὐδʼ ἄρα πω τότε γʼ ἦσαν ἀταρπιτοὶ οὐδὲ κέλευθοι Θήβης ἂμ πεδίον πυρηφόρον, ἀλλʼ ἔχεν ὕλη. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον, Ὀγχηστὸν δʼ ἷξες, Ποσιδήιον ἀγλαὸν ἄλσος· ἔνθα νεοδμὴς πῶλος ἀναπνέει ἀχθόμενός περ ἕλκων ἅρματα καλά· χαμαὶ δʼ ἐλατὴρ ἀγαθός περ ἐκ δίφροιο θορὼν ὁδὸν ἔρχεται· οἳ δὲ τέως μὲν κείνʼ ὄχεα κροτέουσι ἀνακτορίην ἀφιέντες. εἰ δέ κεν ἅρματʼ ἀγῇσιν ἐν ἄλσεϊ δενδρήεντι, ἵππους μὲν κομέουσι, τὰ δὲ κλίναντες ἐῶσιν· ὣς γὰρ τὰ πρώτισθʼ ὁσίη γένεθʼ· οἳ δὲ ἄνακτι εὔχονται, δίφρον δὲ θεοῦ τότε μοῖρα φυλάσσει. ἔνθεν δὲ προτέρω ἔκιες, ἑκατηβόλʼ Ἄπολλον·