οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι. πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι, ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην Ἴσχυʼ ἅμʼ ἀντιθέῳ Ἐλατιονίδη εὐίππῳ; ἢ ἅμα Θόρβαντι Τριοπέῳ γένος, ἢ ἅμʼ Ἐρευθεῖ; ἢ ἅμα Λευκίππῳ καὶ Λευκίπποιο δάμαρτι πεζός, ὃ δʼ ἵπποισιν· οὐ μὴν Τρίοπός γʼ ἐνέλειπεν. ἢ ὡς τὸ πρῶτον χρηστήριον ἀνθρώποισι ζητεύων κατὰ γαῖαν ἔβης, ἑκατηβόλʼ Ἄπολλον;