<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="192">ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται </l><l n="193">εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ· </l><l n="194">αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι </l><l n="195">Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη </l><l n="196">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· </l><l n="197">τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, </l><l n="198">ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, </l><l n="199">Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. </l><l n="200">ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης </l><l n="201">παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Αʼπόλλων ἐγκιθαρίζει </l><l n="202">καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει </l><l n="203">μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. </l></div></div></body></text></TEI>