<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="180">καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν, </l><l n="181">αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις. </l></sp><l n="182"><milestone unit="Para" ed="P"/>εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς </l><l n="183">φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, </l><l n="184">ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ </l><l n="185">χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. </l><l n="186">ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, </l><l n="187">εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων. </l><l n="188">αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή· </l><l n="189">Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ </l><l n="190">ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων </l><l n="191">τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι </l><l n="192">ζώουσʼ ἀφραδέες καὶ ἀμήχανοι, οὐδὲ δύνανται </l><l n="193">εὑρέμεναι θανάτοιό τʼ ἄκος καὶ γήραος ἄλκαρ· </l><l n="194">αὐτὰρ ἐυπλόκαμοι Χάριτες καὶ ἐύφρονες Ὧραι </l><l n="195">Ἁρμονίη θʼ Ἥβη τε Διὸς θυγάτηρ τʼ Ἀφροδίτη </l><l n="196">ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι· </l><l n="197">τῇσι μὲν οὔτʼ αἰσχρὴ μεταμέλπεται οὔτʼ ἐλάχεια, </l><l n="198">ἀλλὰ μάλα μεγάλη τε ἰδεῖν καὶ εἶδος ἀγητή, </l><l n="199">Ἄρτεμις ἰοχέαιρα ὁμότροφος Ἀπόλλωνι. </l><l n="200">ἐν δʼ αὖ τῇσιν Ἄρης καὶ ἐύσκοπος Ἀργειφόντης </l><l n="201">παίζουσʼ· αὐτὰρ ὁ Φοῖβος Αʼπόλλων ἐγκιθαρίζει </l><l n="202">καλὰ καὶ ὕψι βιβάς· αἴγλη δέ μιν ἀμφιφαείνει </l><l n="203">μαρμαρυγαί τε ποδῶν καὶ ἐυκλώστοιο χιτῶνος. </l><l n="204">οἳ δʼ ἐπιτέρπονται θυμὸν μέγαν εἰσορόωντες </l><l n="205">Λητώ τε χρυσοπλόκαμος καὶ μητίετα Ζεὺς </l><l n="206">υἷα φίλον παίζοντα μετʼ ἀθανάτοισι θεοῖσι. </l><sp><l n="207"><milestone unit="Para" ed="P"/>πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; </l><l n="208">ἠέ σʼ ἐνὶ μνηστῆρσιν ἀείδω καὶ φιλότητι, </l><l n="209">ὅππως μνωόμενος ἔκιες Ἀζαντίδα κούρην </l></sp></div></div></body></text></TEI>