<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><sp><l n="180">καὶ Μίλητον ἔχεις, ἔναλον πόλιν ἱμερόεσσαν, </l><l n="181">αὐτὸς δʼ αὖ Δήλοιο περικλύστοιο μέγʼ ἀνάσσεις. </l></sp><l n="182"><milestone unit="Para" ed="P"/>εἶσι δὲ φορμίζων Λητοῦς ἐρικυδέος υἱὸς </l><l n="183">φόρμιγγι γλαφυρῇ πρὸς Πυθὼ πετρήεσσαν, </l><l n="184">ἄμβροτα εἵματʼ ἔχων τεθυωμένα· τοῖο δὲ φόρμιγξ </l><l n="185">χρυσέου ὑπὸ πλήκτρου καναχὴν ἔχει ἱμερόεσσαν. </l><l n="186">ἔνθεν δὲ πρὸς Ὄλυμπον ἀπὸ χθονός, ὥστε νόημα, </l><l n="187">εἶσι Διὸς πρὸς δῶμα θεῶν μεθʼ ὁμήγυριν ἄλλων. </l><l n="188">αὐτίκα δʼ ἀθανάτοισι μέλει κίθαρις καὶ ἀοιδή· </l><l n="189">Μοῦσαι μέν θʼ ἅμα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ </l><l n="190">ὑμνεῦσίν ῥα θεῶν δῶρʼ ἄμβροτα ἠδʼ ἀνθρώπων </l><l n="191">τλημοσύνας, ὅσʼ ἔχοντες ὑπʼ ἀθανάτοισι θεοῖσι </l></div></div></body></text></TEI>