<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="156">πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται, </l><l n="157">κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι· </l><l n="158">αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν, </l><l n="159">αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, </l><l n="160">μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν </l><l n="161">ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων. </l><l n="162">πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν </l><l n="163">μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος </l><l n="164">φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή. </l><l n="165"><milestone unit="Para" ed="P"/>ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, </l><l n="166">χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν </l><l n="167">μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων </l></div></div></body></text></TEI>