<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="150">μνησάμενοι τέρπουσιν, ὅτʼ ἄν στήσωνται ἀγῶνα. </l><l n="151">φαίη κʼ ἀθανάτους καὶ ἀγήρως ἔμμεναι αἰεί, </l><l n="152">ὃς τόθʼ ὑπαντιάσειʼ, ὅτʼ Ἰάονες ἀθρόοι εἶεν· </l><l n="153">πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν </l><l n="154">ἄνδρας τʼ εἰσορόων καλλιζώνους τε γυναῖκας </l><l n="155">νῆάς τʼ ὠκείας ἠδʼ αὐτῶν κτήματα πολλά. </l><l n="156">πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτʼ ὀλεῖται, </l><l n="157">κοῦραι Δηλιάδες, ἑκατηβελέταο θεράπναι· </l><l n="158">αἵ τʼ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλωνʼ ὑμνήσωσιν, </l><l n="159">αὖτις δʼ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν, </l><l n="160">μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν </l><l n="161">ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλʼ ἀνθρώπων. </l><l n="162">πάντων δʼ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν </l><l n="163">μιμεῖσθʼ ἴσασιν· φαίη δέ κεν αὐτὸς ἕκαστος </l><l n="164">φθέγγεσθʼ· οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή. </l><l n="165"><milestone unit="Para" ed="P"/>ἀλλʼ ἄγεθʼ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, </l><l n="166">χαίρετε δʼ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθεν </l><l n="167">μνήσασθʼ, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων </l><l n="168">ἐνθάδ’ ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών· </l><l n="169"><!-- <milestone type="startquote"> -->ὦ κοῦραι, τίς δʼ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν </l><l n="170">ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;<!-- <milestone type="endquote"> --></l><l n="171">ὑμεῖς δʼ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως· </l><l n="172"><!-- <milestone type="startquote"> -->τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ </l><l n="173">τοῦ πᾶσαι μετόπισθεν ἀριστεύσουσιν ἀοιδαί.<!-- <milestone type="endquote"> --></l><l n="174">ἡμεῖς δʼ ὑμέτερον κλέος οἴσομεν, ὅσσον ἐπʼ αἶαν </l><l n="175">ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας· </l><l n="176">οἳ δʼ ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. </l><l n="177">αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα </l><l n="178">ὑμνέων ἀργυρότοξον, ὃν ἠύκομος τέκε Λητώ. </l></div><div type="textpart"><head>[Εἲς Ἀπόλλωνα Πύθιον]</head><milestone unit="card" n="179" ed="P"/><sp><l n="179"><milestone unit="Para" ed="P"/>ὦ ἄνα, καὶ Λυκίην καὶ Μῃονίην ἐρατεινὴν </l></sp></div></div></body></text></TEI>