<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="13">οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτε. </l><l n="14">χαῖρε, μάκαιρʼ ὦ Λητοῖ, ἐπεὶ τέκες ἀγλαὰ τέκνα, </l><l n="15">Ἀπόλλωνά τʼ ἄνακτα καὶ Ἄρτεμιν ἰοχέαιραν, </l><l n="16">τὴν μὲν ἐν Ὀρτυγίῃ, τὸν δὲ κραναῇ ἐνὶ Δήλῳ, </l><l n="17">κεκλιμένη πρὸς μακρὸν ὄρος καὶ Κύνθιον ὄχθον, </l><l n="18">ἀγχοτάτω φοίνικος, ἐπʼ Ἰνωποῖο ῥεέθροις. </l><sp><l n="19"><milestone unit="Para" ed="P"/>πῶς τʼ ἄρ σʼ ὑμνήσω πάντως εὔυμνον ἐόντα; </l><l n="20">πάντη γάρ τοι, Φοῖβε, νόμοι βεβλήατʼ ἀοιδῆς, </l><l n="21">ἠμὲν ἀνʼ ἤπειρον πορτιτρόφον ἠδʼ ἀνὰ νήσους· </l><l n="22">πᾶσαι δὲ σκοπιαί τοι ἅδον καὶ πρώονες ἄκροι </l><l n="23">ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες </l><l n="24">ἀκταί τʼ εἰς ἅλα κεκλιμέναι λιμένες τε θαλάσσης. </l></sp></div></div></body></text></TEI>