<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="120"><milestone unit="Para" ed="P"/>ἔνθα σέ, ἤιε Φοῖβε, θεαὶ λόον ὕδατι καλῷ </l><l n="121">ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δʼ ἐν φάρεϊ λευκῷ, </l><l n="122">λεπτῷ, νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν. </l><l n="123"><milestone unit="Para" ed="P"/>οὐδʼ ἄρʼ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ, </l><l n="124">ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν </l><l n="125">ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητώ, </l><l n="126">οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν. </l><l n="127">αὐτὰρ ἐπεὶ δή, Φοῖβε, κατέβρως ἄμβροτον εἶδαρ, </l><l n="128">οὔ σέ γʼ ἔπειτʼ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα, </l><l n="129">οὐδʼ ἔτι δέσματʼ ἔρυκε, λύοντο δὲ πείρατα πάντα. </l><l n="130">αὐτίκα δʼ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων·</l><milestone unit="card" n="131" ed="P"/><l n="131"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"> -->εἴη μοι κίθαρίς τε φίλη καὶ καμπύλα τόξα, </l><l n="132">χρήσω δʼ ἀνθρώποισι Διὸς νημερτέα βουλήν.<!-- <milestone type="endquote"> --></l><l n="133"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἐβίβασκεν ἐπὶ χθονὸς εὐρυοδείης </l><l n="134">Φοῖβος ἀκερσεκόμης, ἑκατηβόλος· αἳ δʼ ἄρα πᾶσαι </l><l n="135">θάμβεον ἀθάναται· χρυσῷ δʼ ἄρα Δῆλος ἅπασα </l><l n="136">[<surplus reason="intrusive">βεβρίθει, καθορῶσα Διὸς Λητοὺς τε γενέθλην,</surplus></l><l n="137"><surplus reason="intrusive">γηθοσύνῃ, ὅτι μιν θεὸς εἵλετο οἰκία θέσθαι</surplus></l><l n="138"><surplus reason="intrusive">νήσων ἠπείρου τε, φίλησε δὲ κηρόθι μᾶλλον.</surplus><note resp="ed" xml:lang="eng">ll. 136-8 are instrusive, being alternative for l. 139. They
              are found in Π and the edition of Stephanus (in text), and in the margin of the ETL
              (with the note “in another copy these verses are also extant”). In D they are added by a second hand.</note>]</l><l n="139">ἤνθησʼ, ὡς ὅτε τε ῥίον οὔρεος ἄνθεσιν ὕλης. </l><l n="140"><milestone unit="Para" ed="P"/>αὐτὸς δʼ, ἀργυρότοξε, ἄναξ ἑκατηβόλʼ Ἄπολλον, </l><l n="141">ἄλλοτε μέν τʼ ἐπὶ Κύνθου ἐβήσαο παιπαλόεντος, </l><l n="142">ἄλλοτε δʼ ἂν νήσους τε καὶ ἀνέρας ἠλάσκαζες. </l><l n="143">πολλοί τοι νηοί τε καὶ ἄλσεα δενδρήεντα· </l><l n="144">πᾶσαι δὲ σκοπιαί τε φίλαι καὶ πρώονες ἄκροι </l><l n="145">ὑψηλῶν ὀρέων ποταμοί θʼ ἅλαδε προρέοντες· </l><l n="146">ἀλλὰ σὺ Δήλῳ, Φοῖβε, μάλιστʼ ἐπιτέρπεαι ἦτορ, </l><l n="147">ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται </l><l n="148">αὐτοῖς σὺν παίδεσσι καὶ αἰδοίῃς ἀλόχοισιν. </l><l n="149">οἱ δέ σε πυγμαχίῃ τε καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ </l></div></div></body></text></TEI>