<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg003.perseus-grc2"><div type="textpart"><l n="108">βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ. </l><l n="109">αὐτὰρ ἐπεί ῥʼ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον, </l><l n="110">αὐτίκʼ ἄρʼ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε </l><l n="111">ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα, </l><l n="112">πάντα μάλʼ, ὡς ἐπέτελλον Ὀλύμπια δώματʼ ἔχουσαι. </l><l n="113">τῇ δʼ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι· </l><l n="114">βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι. </l><l n="115"><milestone unit="Para" ed="P"/>εὖτʼ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, </l><l n="116">δὴ τότε τὴν τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι. </l><l n="117">ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δʼ ἔρεισε </l><l n="118">λειμῶνι μαλακῷ· μείδησε δὲ γαῖʼ ὑπένερθεν· </l><l n="119">ἐκ δʼ ἔθορε πρὸ φόωσδε· θεαὶ δʼ ὀλόλυξαν ἅπασαι. </l></div></div></body></text></TEI>