<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="91">χωσαμένη δὴ ἔπειτα κελαινεφέι Κρονίωνι </l><l n="92">νοσφισθεῖσα θεῶν ἀγορὴν καὶ μακρὸν Ὄλυμπον </l><l n="93">ᾤχετʼ ἐπʼ ἀνθρώπων πόλιας καὶ πίονα ἔργα </l><l n="94">εἶδος ἀμαλδύνουσα πολὺν χρόνον· οὐδέ τις ἀνδρῶν </l><l n="95">εἰσορόων γίγνωσκε βαθυζώνων τε γυναικῶν, </l><l n="96">πρίν γʼ ὅτε δὴ Κελεοῖο δαΐφρονος ἵκετο δῶμα, </l><l n="97">ὃς τότʼ Ἐλευσῖνος θυοέσσης κοίρανος ἦεν. </l><l n="98">ἕζετο δʼ ἐγγὺς ὁδοῖο φίλον τετιημένη ἦτορ, </l><l n="99">Παρθενίῳ φρέατι, ὅθεν ὑδρεύοντο πολῖται, </l><l n="100">ἐν σκιῇ, αὐτὰρ ὕπερθε πεφύκει θάμνος ἐλαίης, </l><l n="101">γρηὶ παλαιγενέι ἐναλίγκιος, ἥτε τόκοιο </l><l n="102">εἴργηται δώρων τε φιλοστεφάνου Ἀφροδίτης, </l><l n="103">οἷαί τε τροφοί εἰσι θεμιστοπόλων βασιλήων </l><l n="104">παίδων καὶ ταμίαι κατὰ δώματα ἠχήεντα. </l><l n="105">τὴν δὲ ἴδον Κελεοῖο Ἐλευσινίδαο θύγατρες </l><l n="106">ἐρχόμεναι μεθʼ ὕδωρ εὐήρυτον, ὄφρα φέροιεν </l><l n="107">κάλπισι χαλκείῃσι φίλα πρὸς δώματα πατρός, </l><l n="108">τέσσαρες, ὥστε θεαί, κουρήιον ἄνθος ἔχουσαι, </l><l n="109">Καλλιδίκη καὶ Κλεισιδίκη Δημώ τʼ ἐρόεσσα </l><l n="110">Καλλιθόη θʼ, ἣ τῶν προγενεστάτη ἦεν ἁπασῶν· </l><l n="111">οὐδʼ ἔγνον· χαλεποὶ δὲ θεοὶ θνητοῖσιν ὁρᾶσθαι. </l><l n="112">ἀγχοῦ δʼ ἱστάμεναι ἔπεα πτερόεντα προσηύδων· </l><l n="113"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->τίς πόθεν ἐσσί, γρῆυ, παλαιγενέων ἀνθρώπων; </l><l n="114">τίπτε δὲ νόσφι πόληος ἀπέστιχες, οὐδὲ δόμοισι </l><l n="115">πίλνασαι; ἔνθα γυναῖκες ἀνὰ μέγαρα σκιόεντα </l><l n="116">τηλίκαι, ὡς σύ περ ὧδε καὶ ὁπλότεραι γεγάασιν, </l><l n="117">αἵ κέ σε φίλωνται ἠμὲν ἔπει ἠδὲ καὶ ἔργῳ.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="118" ed="P"/><l n="118"><milestone unit="Para" ed="P"/>ὣς ἔφαν· ἣ δʼ ἐπέεσσιν ἀμείβετο πότνα θεάων· </l><l n="119"><!-- <milestone type="startquote"/>-->τέκνα φίλʼ, αἵ τινές ἐστε γυναικῶν θηλυτεράων, </l><l n="120">χαίρετʼ· ἐγὼ δʼ ὑμῖν μυθήσομαι· οὔ τοι ἀεικὲς </l></div></body></text></TEI>