<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="61">ἤιξʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα. </l><l n="62">Ἠέλιον δʼ ἵκοντο, θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν, </l><l n="63">στὰν δʼ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων· </l><l n="64"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἠέλιʼ, αἴδεσσαί με θεὰν σύ περ, εἴ ποτε δή σευ </l><l n="65">ἢ ἔπει ἢ ἔργῳ κραδίην καὶ θυμὸν ἴηνα· </l><l n="66">κούρην τὴν ἔτεκον, γλυκερὸν θάλος, εἴδεϊ κυδρήν, </l><l n="67">τῆς ἀδινὴν ὄπʼ ἄκουσα διʼ αἰθέρος ἀτρυγέτοιο </l><l n="68">ὥστε βιαζομένης, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν. </l><l n="69">ἀλλά, σὺ γὰρ δὴ πᾶσαν ἐπὶ χθόνα καὶ κατὰ πόντον </l><l n="70">αἰθέρος ἐκ δίης καταδέρκεαι ἀκτίνεσσι, </l><l n="71">νημερτέως μοι ἔνισπε φίλον τέκος, εἴ που ὄπωπας, </l><l n="72">ὅστις νόσφιν ἐμεῖο λαβὼν ἀέκουσαν ἀνάγκῃ </l><l n="73">οἴχεται ἠὲ θεῶν ἢ καὶ θνητῶν ἀνθρώπων.<!-- <milestone type="endquote"/>--></l><l n="74"><milestone unit="Para" ed="P"/>ὣς φάτο· τὴν δʼ Ὑπεριονίδης ἠμείβετο μύθῳ· </l><l n="75"><!-- <milestone type="startquote"/>-->Ῥείης ἠυκόμου θύγατερ, Δήμητερ ἄνασσα, </l><l n="76">εἰδήσεις· δὴ γὰρ μέγα σʼ ἅζομαι ἠδʼ ἐλεαίρω </l><l n="77">ἀχνυμένην περὶ παιδὶ τανυσφύρῳ· οὐδέ τις ἄλλος </l><l n="78">αἴτιος ἀθανάτων, εἰ μὴ νεφεληγερέτα Ζεύς, </l><l n="79">ὅς μιν ἔδωκʼ Ἀίδῃ θαλερὴν κεκλῆσθαι ἄκοιτιν </l><l n="80">αὐτοκασιγνήτῳ· ὃ δʼ ὑπὸ ζόφον ἠερόεντα </l><l n="81">ἁρπάξας ἵπποισιν ἄγεν μεγάλα ἰάχουσαν. </l><l n="82">ἀλλά, θεά, κατάπαυε μέγαν γόον· οὐδέ τί σε χρὴ </l><l n="83">μὰψ αὔτως ἄπλητον ἔχειν χόλον· οὔ τοι ἀεικὴς </l><l n="84">γαμβρὸς ἐν ἀθανάτοις Πολυσημάντωρ Ἀιδωνεύς, </l><l n="85">αὐτοκασίγνητος καὶ ὁμόσπορος· ἀμφὶ δὲ τιμὴν </l><l n="86">ἔλλαχεν ὡς τὰ πρῶτα διάτριχα δασμὸς ἐτύχθη, </l><l n="87">τοῖς μεταναιετάειν, τῶν ἔλλαχε κοίρανος εἶναι.<!-- <milestone type="endquote"/>--></l><milestone unit="card" n="87" ed="P"/><l n="88"><milestone unit="Para" ed="P"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς </l><l n="89">ῥίμφα φέρον θοὸν ἅρμα τανύπτεροι ὥστʼ οἰωνοί. </l><l n="90"><milestone unit="Para" ed="P"/>Τὴν δʼ ἄχος αἰνότερον καὶ κύντερον ἵκετο θυμόν· </l></div></body></text></TEI>