<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="478">σεμνά, τά τʼ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι </l><l n="479">οὔτʼ ἀχέειν· μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν. </l><l n="480">ὄλβιος, ὃς τάδʼ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων· </l><l n="481">ὃς δʼ ἀτελὴς ἱερῶν ὅς τʼ ἄμμορος, οὔποθʼ ὁμοίων </l><l n="482">αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι. </l><l n="483"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπειδὴ πάνθʼ ὑπεθήκατο δῖα θεάων, </l><l n="484">βάν ῥʼ ἴμεν Οὔλυμπόνδε θεῶν μεθʼ ὁμήγυριν ἄλλων. </l><l n="485">ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ </l><l n="486">σεμναί τʼ αἰδοῖαι τε· μέγʼ ὄλβιος, ὅν τινʼ ἐκεῖναι </l><l n="487">προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων· </l><l n="488">αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα </l><l n="489">Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν. </l><l n="490"><milestone unit="Para" ed="P"/>ἀλλʼ ἄγʼ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα </l><l n="491">καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα, </l><l n="492">πότνια, ἀγλαόδωρʼ, ὡρηφόρε, Δηοῖ ἄνασσα, </l><l n="493">αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια· </l><l n="494">πρόφρονες ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε. </l><l n="495">αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς. </l></div></body></text></TEI>