<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="359">ἐσσυμένως δʼ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ· </l><l n="360"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->ἔρχεο, Περσεφόνη, παρὰ μητέρα κυανόπεπλον </l><l n="361">ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα, </l><l n="362">μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων· </l><l n="363">οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομʼ ἀκοίτης, </l><l n="364">αὐτοκασίγνητος πατρὸς Διός· ἔνθα δʼ ἐοῦσα </l><l n="365">δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει, </l><l n="366">τιμὰς δὲ σχήσησθα μετʼ ἀθανάτοισι μεγίστας. </l><l n="367">τῶν δʼ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα, </l><l n="368">οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται </l><l n="369">εὐαγέως ἔρδοντες, ἐναίσιμα δῶρα τελοῦντες.<!-- <milestone type="endquote"/>--></l><l n="370"><milestone unit="Para" ed="P"/>ὣς φάτο· γήθησεν δὲ περίφρων Περσεφόνεια, </l><l n="371">καρπαλίμως δʼ ἀνόρουσʼ ὑπὸ χάρματος· αὐτὰρ ὅ γʼ αὐτὸς </l><l n="372">ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ, </l><l n="373">ἀμφὶ ἓ νωμήσας, ἵνα μὴ μένοι ἤματα πάντα </l><l n="374">αὖθι παρʼ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ. </l><l n="375">ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν </l><l n="376">ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνευς. </l><l n="377">ἣ δʼ ὀχέων ἐπέβη, πάρα δὲ κρατὺς Ἀργειφόντης </l><l n="378">ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι </l><l n="379">σεῦε διὲκ μεγάρων· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. </l><l n="380">ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν· οὐδὲ θάλασσα </l><l n="381">οὔθʼ ὕδωρ ποταμῶν οὔτʼ ἄγκεα ποιήεντα </l><l n="382">ἵππων ἀθανάτων οὔτʼ ἄκριες ἔσχεθον ὁρμήν, </l><l n="383">ἀλλʼ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες. </l><l n="384">στῆσε δʼ ἄγων, ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ, </l><l n="385">νηοῖο προπάροιθε θυώδεος· <milestone unit="Para" ed="P"/>ἣ δὲ ἰδοῦσα </l><l n="386">ἤιξʼ, ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ. </l><l n="387">Περσεφόνη δʼ ἑτέρ<supplied reason="lost">ωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ</supplied> </l><l n="388">μητρὸς ἑῆς κατʼ <supplied reason="lost">ἄρʼ ἥ γʼ ὄχεα προλιποῦσα καὶ ἵππους</supplied> </l></div></body></text></TEI>