<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="31">πατροκασίγνητος, Πολυσημάντωρ Πολυδέγμων, </l><l n="32">ἵπποις ἀθανάτοισι, Κρόνου πολυώνυμος υἱός. </l><l n="33"><milestone unit="Para" ed="P"/>ὄφρα μὲν οὖν γαῖάν τε καὶ οὐρανὸν ἀστερόεντα </l><l n="34">λεῦσσε θεὰ καὶ πόντον ἀγάρροον ἰχθυόεντα </l><l n="35">αὐγάς τʼ ἠελίου, ἔτι δʼ ἤλπετο μητέρα κεδνὴν </l><l n="36">ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων, </l><l n="37">τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ· </l><l n="38"><gap reason="lost"/>ἤχησαν δʼ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου </l><l n="39">φωνῇ ὑπʼ ἀθανάτῃ· τῆς δʼ ἔκλυε πότνια μήτηρ. <milestone unit="card" n="40" ed="P"/>
            </l><l n="40"><milestone unit="Para" ed="P"/>ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν, ἀμφὶ δὲ χαίταις </l><l n="41">ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι, </l><l n="42">κυάνεον δὲ κάλυμμα κατʼ ἀμφοτέρων βάλετʼ ὤμων, </l><l n="43">σεύατο δʼ ὥστʼ οἰωνός, ἐπὶ τραφερήν τε καὶ ὑγρὴν </l><l n="44">μαιομένη· τῇ δʼ οὔτις ἐτήτυμα μυθήσασθαι </l><l n="45">ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, </l><l n="46">οὔτʼ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν. </l><l n="47">ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ </l><l n="48">στρωφᾶτʼ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα, </l><l n="49">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο </l><l n="50">πάσσατʼ ἀκηχεμένη, οὐδὲ χρόα βάλλετο λουτροῖς. </l><l n="51">ἀλλʼ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς, </l><l n="52">ἤντετό οἱ Ἑκάτη, σέλας ἐν χείρεσσιν ἔχουσα </l><l n="53">καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε· </l><l n="54"><milestone unit="Para" ed="P"/><!--<milestone type="startquote"/>-->πότνια Δημήτηρ, ὡρηφόρε, ἀγλαόδωρε, </l><l n="55">τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων </l><l n="56">ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν; </l><l n="57">φωνῆς γὰρ ἤκουσʼ, ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν, </l><l n="58">ὅστις ἔην· σοὶ δʼ ὦκα λέγω νημερτέα πάντα.<!--<milestone type="endquote"/>--></l><l n="59"><milestone unit="Para" ed="P"/>ὣς ἄρʼ ἔφη Ἑκάτη· τὴν δʼ οὐκ ἠμείβετο μύθῳ </l><l n="60">Ῥείης ἠυκόμου θυγάτηρ, ἀλλʼ ὦκα σὺν αὐτῇ </l></div></body></text></TEI>