<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="299">οἳ δὲ μάλʼ αἶψʼ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος, </l><l n="300">τεῦχον δʼ, ὡς ἐπέτελλʼ. ὃ δʼ ἀέξετο δαίμονι ἶσος. </l><l n="301"><milestone unit="Para" ed="P"/>αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο, </l><l n="302">βάν ῥʼ ἴμεν οἴκαδʼ ἕκαστος· ἀτὰρ ξανθὴ Δημήτηρ </l><l n="303">ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων </l><l n="304">μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός. </l><l n="305">αἰνότατον δʼ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν </l><l n="306">ποίησʼ ἀνθρώποις καὶ κύντατον· οὐδέ τι γαῖα </l><l n="307">σπέρμʼ ἀνίει, κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ· </l><l n="308">πολλὰ δὲ καμπύλʼ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις· </l><l n="309">πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ· </l><l n="310">καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων </l><l n="311">λιμοῦ ὑπʼ ἀργαλέης, γεράων τʼ ἐρικυδέα τιμὴν </l><l n="312">καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματʼ ἔχοντας, </l><l n="313">εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τʼ ἐφράσσατο θυμῷ. </l><l n="314">Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι </l><l n="315">Δήμητρʼ ἠύκομον, πολυήρατον εἶδος ἔχουσαν. </l><l n="316">ὣς ἔφαθʼ· ἣ δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι </l><l n="317">πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν. </l><l n="318">ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης, </l><l n="319">εὗρεν δʼ ἐν νηῷ Δημήτερα κυανόπεπλον </l><l n="320">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· </l><l n="321"><milestone unit="Para" ed="P"/><!-- <milestone type="startquote"/>-->Δήμητερ, καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς </l><l n="322">ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων. </l><l n="323">ἄλλʼ ἴθι, μηδʼ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω. <!-- <milestone type="endquote"/>--></l><l n="324"><milestone unit="Para" ed="P"/>ὣς φάτο λισσομένη· τῇ δʼ οὐκ ἐπεπείθετο θυμός. </l><l n="325">αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας </l><l n="326">πάντας ἐπιπροΐαλλεν· ἀμοιβηδὶς δὲ κιόντες </l><l n="327">κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα </l><l n="328">τιμάς θʼ, †ἅς κʼ ἐθέλοιτο† μετʼ ἀθανάτοισιν ἑλέσθαι. </l></div></body></text></TEI>