ἣ δὲ κυκεῶ τεύξασα θεᾷ πόρεν, ὡς ἐκέλευε· δεξαμένη δʼ ὁσίης ἕνεκεν πολυπότνια Δηώ τῇσι δὲ μύθων ἦρχεν ἐύζωνος Μετάνειρα· χαῖρε, γύναι, ἐπεὶ οὔ σε κακῶν ἄπʼ ἔολπα τοκήων ἔμμεναι, ἀλλʼ ἀγαθῶν· ἐπί τοι πρέπει ὄμμασιν αἰδὼς καὶ χάρις, ὡς εἴ πέρ τε θεμιστοπόλων βασιλήων. ἀλλὰ θεῶν μὲν δῶρα καὶ ἀχνύμενοί περ ἀνάγκῃ τέτλαμεν ἄνθρωποι· ἐπὶ γὰρ ζυγὸς αὐχένι κεῖται. νῦν δʼ, ἐπεὶ ἵκεο δεῦρο, παρέσσεται ὅσσα τʼ ἐμοί περ. παῖδα δέ μοι τρέφε τόνδε, τὸν ὀψίγονον καὶ ἄελπτον ὤπασαν ἀθάνατοι, πολυάρητος δέ μοί ἐστιν. εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο, ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων ζηλώσαι· τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην. τὴν δʼ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ· καὶ σύ, γύναι, μάλα χαῖρε, θεοὶ δέ τοι ἐσθλὰ πόροιεν· παῖδα δέ τοι πρόφρων ὑποδέξομαι, ὥς με κελεύεις, θρέψω κοὔ μιν, ἔολπα, κακοφραδίῃσι τιθήνης οὔτʼ ἄρʼ ἐπηλυσίη δηλήσεται οὔθʼ ὑποτάμνον· οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο, οἶδα δʼ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν. ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ χείρεσσʼ ἀθανάτῃσι· γεγήθει δὲ φρένα μήτηρ. ὣς ἣ μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν Δημοφόωνθʼ, ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα, ἔτρεφεν ἐν μεγάροις· ὃ δʼ ἀέξετο δαίμονι ἶσος, οὔτʼ οὖν σῖτον ἔδων, οὐ θησάμενος γάλα μητρὸς ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ χρίεσκʼ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα·