<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0013.tlg002.perseus-grc2"><l n="180">κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς </l><l n="181">ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ </l><l n="182">στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος </l><l n="183">κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. <milestone unit="card" n="184" ed="P"/>
            </l><l n="184"><milestone unit="Para" ed="P"/>αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, </l><l n="185">βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ </l><l n="186">ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο </l><l n="187">παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν </l><l n="188">ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου </l><l n="189">κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. </l><l n="190">τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· </l><l n="191">εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. </l><l n="192">ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, </l><l n="193">ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, </l><l n="194">ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, </l><l n="195">πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="196">πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. </l><l n="197">ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· </l><l n="198">δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, </l><l n="199">οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, </l><l n="200">ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος </l><l n="201">ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, </l><l n="202">πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα </l><l n="203">πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, </l><l n="204">μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· </l><l n="205">ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. </l><l n="206">τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου </l><l n="207">πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε </l><l n="208">πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ </l><l n="209">δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ. </l></div></body></text></TEI>