κάλλιπον· αὐτὰρ ἔπειτα φίλου πρὸς δώματα πατρὸς ἡγεῦνθʼ· ἣ δʼ ἄρʼ ὄπισθε φίλον τετιημένη ἦτορ στεῖχε κατὰ κρῆθεν κεκαλυμμένη· ἀμφὶ δὲ πέπλος κυάνεος ῥαδινοῖσι θεᾶς ἐλελίζετο ποσσίν. αἶψα δὲ δώμαθʼ ἵκοντο διοτρεφέος Κελεοῖο, βὰν δὲ διʼ αἰθούσης, ἔνθα σφίσι πότνια μήτηρ ἧστο παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο παῖδʼ ὑπὸ κόλπῳ ἔχουσα, νέον θάλος· αἳ δὲ πὰρ αὐτὴν ἔδραμον· ἣ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἔβη ποσὶ καὶ ῥα μελάθρου κῦρε κάρη, πλῆσεν δὲ θύρας σέλαος θείοιο. τὴν δʼ αἰδώς τε σέβας τε ἰδὲ χλωρὸν δέος εἷλεν· εἶξε δέ οἱ κλισμοῖο καὶ ἑδριάασθαι ἄνωγεν. ἀλλʼ οὐ Δημήτηρ ὡρηφόρος, ἀγλαόδωρος, ἤθελεν ἑδριάασθαι ἐπὶ κλισμοῖο φαεινοῦ, ἀλλʼ ἀκέουσʼ ἀνέμιμνε κατʼ ὄμματα καλὰ βαλοῦσα, πρίν γʼ ὅτε δή οἱ ἔθηκεν Ἰάμβη κέδνʼ εἰδυῖα πηκτὸν ἕδος, καθύπερθε δʼ ἐπʼ ἀργύφεον βάλε κῶας. ἔνθα καθεζομένη προκατέσχετο χερσὶ καλύπτρην· δηρὸν δʼ ἄφθογγος τετιημένη ἧστʼ ἐπὶ δίφρου, οὐδέ τινʼ οὔτʼ ἔπεϊ προσπτύσσετο οὔτε τι ἔργῳ, ἀλλʼ ἀγέλαστος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος ἧστο πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός, πρίν γʼ ὅτε δὴ χλεύῃς μιν Ἰάμβη κέδνʼ εἰδυῖα πολλὰ παρασκώπτουσʼ ἐτρέψατο πότνιαν ἁγνήν, μειδῆσαι γελάσαι τε καὶ ἵλαον σχεῖν θυμόν· ἣ δή οἱ καὶ ἔπειτα μεθύστερον εὔαδεν ὀργαῖς. τῇ δὲ δέπας Μετάνειρα δίδου μελιηδέος οἴνου πλήσασʼ· ἣ δʼ ἀνένευσʼ· οὐ γὰρ θεμιτόν οἱ ἔφασκε πίνειν οἶνον ἐρυθρόν· ἄνωγε δʼ ἄρʼ ἄλφι καὶ ὕδωρ δοῦναι μίξασαν πιέμεν γλήχωνι τερείνῃ.